αὔτως δʼ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιοπέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόνταμοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ.αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφηὃν πόσιν, οἷό περ οὕνεκʼ ἀποπλαγχθέντες ἔλειφθεν.ἦ, καὶ κῦμʼ ἀλίαστον ἐφέσσατο νειόθι δύψας·ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρπορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα.γήθησαν δʼ ἥρωες· ὁ δʼ ἐσσυμένως ἐβεβήκειΑἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε·Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσινεἴ τί περ ἀασάμην· πέρι γάρ μʼ ἄχος εἷλεν ἐνισπεῖνμῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλʼ ἀνέμοισινδώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν·ὦ πέπον, ἦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ,φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτηνἔμμεναι. ἀλλʼ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω,πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων,οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας,ἀλλʼ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳἀμφʼ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο.τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαιμέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖοΕἰλατίδης Πολύφημος· ὁ δʼ Εὐρυσθῆος ἀέθλουςαὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖανΜυσίδʼ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱἢ ζωοῦ εὕροιεν Ὕλα μόρον, ἠὲ θανόντος.τοῖο δὲ ῥύσιʼ ὄπασσαν ἀποκρίναντες ἀρίστουςυἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο,μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο.τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί,κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονταιΤρηχῖνος. δὴ γάρ ῥα κατʼ αὐτόθι νάσσατο παῖδας,οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι.Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃλάβρος ἐπιπνείων· ἀτὰρ οὐδʼ ἐπὶ τυτθὸν ἄητοἠοῦς τελλομένης, οἱ δὲ χθονὸς εἰσανέχουσαν