ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δʼ ἀταρποί,καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ,τῆμος τούσγʼ ἐνόησαν ἀιδρείῃσι λιπόντες.ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸςἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησανσφωιτέρων ἑτάρων. ὁ δʼ ἀμηχανίῃσιν ἀτυχθεὶςοὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖονΑἰσονίδης· ἀλλʼ ἧστο βαρείῃ νειόθεν ἄτῃθυμὸν ἔδων· Τελαμῶνα δʼ ἕλεν χόλος, ὧδέ τʼ ἔειπεν·ἧσʼ αὔτως εὔκηλος, ἐπεί νύ τοι ἄρμενον ἦενἩρακλῆα λιπεῖν· σέο δʼ ἔκτοθι μῆτις ὄρωρεν,ὄφρα τὸ κείνου κῦδος ἀνʼ Ἑλλάδα μή σε καλύψῃ,αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον.ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρωνεἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο.ἦ, καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε· τὼ δέ οἱ ὄσσεὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο.καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντολαῖτμα βιησάμενοι ἀνέμου τʼ ἄλληκτον ἰωήν,εἰ μὴ Θρηικίοιο δύω υἷες ΒορέαοΑἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν,σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετʼ ὀπίσσωχερσὶν ὑφʼ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον.ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόνταςτήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖανἀμφʼ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν,ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν,κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο.καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι.τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη,Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης·ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθεʼ ἀείραςνειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶνηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν·τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴνΑἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα;Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆιἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους,ναίειν δʼ ἀθανάτοισι συνέστιον, εἴ κʼ ἔτι παύρουςἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω.