Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου,δέκτο γὰρ Ἡρακλῆα πελώριον, ὁππόθʼ ἵκοιτο.βῆ δὲ μεταΐξας Πηγέων σχεδόν, ἠύτε τις θὴρἄγριος, ὅν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων,λιμῷ δʼ αἰθόμενος μετανίσσεται, οὐδʼ ἐπέκυρσενποίμνῃσιν· πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆεςἔλσαν· ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμῃσιν·ὧς τότʼ ἄρʼ Εἰλατίδης μεγάλʼ ἔστενεν, ἀμφὶ δὲ χῶρονφοίτα κεκληγώς· μελέη δέ οἱ ἔπλετο φωνή.αἶψα δʼ ἐρυσσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι,μήπως ἢ θήρεσσιν ἕλωρ πέλοι, ἠέ μιν ἄνδρεςμοῦνον ἐόντʼ ἐλόχησαν, ἄγουσι δὲ ληίδʼ ἑτοίμην.ἔνθʼ αὐτῷ ξύμβλητο κατὰ στίβον Ἡρακλῆιγυμνὸν ἐπαΐσσων παλάμῃ ξίφος· εὖ δέ μιν ἔγνωσπερχόμενον μετὰ νῆα διὰ κνέφας. αὐτίκα δʼ ἄτηνἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν·δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω.οὐ γὰρ Ὕλας κρήνηνδε κιὼν σόος αὖτις ἱκάνει.ἀλλά ἑ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν,ἢ θῆρες σίνονται· ἐγὼ δʼ ἰάχοντος ἄκουσα.ὧς φάτο· τῷ δʼ ἀίοντι κατὰ κροτάφων ἅλις ἱδρὼςκήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα.χωόμενος δʼ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθοντὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα.ὡς δʼ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦροςπίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήωνοὐδʼ ἀγέλης ὄθεται, πρήσσει δʼ ὁδόν, ἄλλοτʼ ἄπαυστος,ἄλλοτε δʼ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχένʼ ἀείρωνἵησιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ·ὧς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατʼ ἔπαλλενσυνεχέως, ὁτὲ δʼ αὖτε μεταλλήγων καμάτοιοτῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ.αὐτίκα δʼ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυςἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τʼ ἀνέμοιο.οἱ δʼ εἴσβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸςεὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας.κυρτώθη δʼ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δʼ ἀπʼ ἀκτῆςγηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην.ἦμος δʼ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς