Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους.οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆοςπευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι.ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων,νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψαςτὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥʼ ἐνὶ βήσσῃςφέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος,τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσινδεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων·αὐτὸς δʼ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆοςὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων,πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο.τῷ δʼ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη,Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο·Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόνταΠροίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη.πρίν ποτʼ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσαΝαύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν.Ἴδμων δʼ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιονἌργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσινἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο.οὐ μὲν ὅγʼ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸςγείνατο κυδαλίμοις ἐναρίθμιον ΑἰολίδῃσινΛητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξενοἰωνούς τʼ ἀλέγειν ἠδʼ ἔμπυρα σήματʼ ἰδέσθαι.καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα ΛήδηΚάστορά τʼ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππωνΣπάρτηθεν· τοὺς δʼ ἥγε δόμοις ἔνι Τυνδαρέοιοτηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδʼ ἀπίθησεννισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων.οἵ τʼ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος ἼδαςἈρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστοὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνονῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι.σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι,πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντοΝηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴνδῶκεν ἀπειρεσίην ἠδʼ ὅττι κεν ἀρήσαιτομαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο.