ὡς δʼ ὅταν ἀπροφάτως ἱστὸν ἱστόν νεός, εὖτε μάλισταχειμερίη ὀλοοῖο δύσις πέλει Ὠρίωνος,ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάιξαὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται·ὧς ὅγε τὴν ἤειρεν. ὁμοῦ δʼ ἀνὰ τόξα καὶ ἰοὺςδέρμα θʼ ἑλὼν ῥόπαλόν τε παλίσσυτος ὦρτο νέεσθαι.τόφρα δʼ Ὕλας χαλκέῃ σὺν κάλπιδι νόσφιν ὁμίλουδίζητο κρήνης ἱερὸν ῥόον, ὥς κέ οἱ ὕδωρφθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλα τε πάνταὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι.δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβεν,νηπίαχον τὰ πρῶτα δόμων ἐκ πατρὸς ἀπούρας,δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνεννηλειῶς, βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα.ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳΘειοδάμας ἀνίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγεβοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα.ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαιλευγαλέην, ἐπεὶ οὔτι δίκης ἀλέγοντες ἔναιον.ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς.αἶψα δʼ ὅγε κρήνην μετεκίαθεν, ἣν καλέουσινΠηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτινυμφάων ἵσταντο χοροί· μέλε γάρ σφισι πάσαις,ὅσσαι κεῖσʼ ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο,Ἄρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς.αἱ μέν, ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους,αἵγε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο,ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιονύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησενκάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν.πρὸς γάρ οἱ διχόμηνις ἀπʼ αἰθέρος αὐγάζουσαβάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησενΚύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν.αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισενλέχρις ἐπιχριμφθείς, περὶ δʼ ἄσπετον ἔβραχεν ὕδωρχαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δʼ ἥγελαιὸν μὲν καθύπερθεν ἐπʼ αὐχένος ἄνθετο πῆχυνκύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲἀγκῶνʼ ἔσπασε χειρί, μέσῃ δʼ ἐνικάββαλε δίνῃ.τοῦ δʼ ἥρως ἰάχοντος ἐπέκλυεν οἶος ἑταίρων