τειρόμενοι καὶ δὴ μετελώφεον· αὐτὰρ ὁ τούσγεπασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶνἩρακλέης, ἐτίνασσε δʼ ἀρηρότα δούρατα νηός.ἀλλʼ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιοῬυνδακίδας προχοὰς μέγα τʼ ἠρίον Αἰγαίωνοςτυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες,δὴ τότʼ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺςμεσσόθεν ἆξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸςἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντοςκλύζε παλιρροθίοισι φέρων. ἀνὰ δʼ ἕζετο σιγῇπαπταίνων· χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι.ἦμος δʼ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺςἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων,αὐτοῦ δʼ ἐν προμολῇ τετρυμένα γούνατʼ ἔκαμψεναὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖραςεἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί·τῆμος ἄρʼ οἵγʼ ἀφίκοντο Κιανίδος ἤθεα γαίηςἀμφʼ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο.τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόνταςδειδέχατʼ, ἐνναέται κείνης χθονός, ἤιά τέ σφινμῆλά τε δευομένοις μέθυ τʼ ἄσπετον ἐγγυάλιξαν.ἔνθα δʼ ἔπειθʼ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίηνφυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες,στόρνυσθαι· τοὶ δʼ ἀμφὶ πυρήια δινεύεσκον·οἱ δʼ οἶνον κρητῆρσι κέρων, πονέοντό τε δαῖτα,Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι.αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλαςβῆ ῥʼ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸνοἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι.εὗρεν ἔπειτʼ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖςἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν,ἀλλʼ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο·τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι.ῥίμφα δʼ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρηναὐτοῖσιν τόξοισιν, ἔδυ δʼ ἀπὸ δέρμα λέοντος.τὴν δʼ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξαςνειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν,ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισενεὖ διαβάς· πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσανπροσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης.