ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν,αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται.βωμὸν δʼ αὖ χέραδος παρενήνεον· ἀμφὶ δὲ φύλλοιςστεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντοΜητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες,ἐνναέτιν Φρυγίης, Τιτίην θʼ ἅμα Κύλληνόν τε,οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροιΜητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασινδάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφηἈγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσινδραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν.πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλαςΑἰσονίδης γουνάζετʼ ἐπιλλείβων ἱεροῖσιναἰθομένοις· ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇσκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο,καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴδύσφημος πλάζοιτο διʼ ἠέρος, ἣν ἔτι λαοὶκηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται.ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖςἀνταίη δαίμων· τὰ δʼ ἐοικότα σήματʼ ἔγεντο.δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶναὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης.θῆρες δʼ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντεςοὐρῇσιν σαίνοντες ἐπήλυθον. ἡ δὲ καὶ ἄλλοθῆκε τέρας· ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶενΔίνδυμον· ἀλλά σφιν τότʼ ἀνέβραχε διψάδος αὔτωςἐκ κορυφῆς ἄλληκτον· Ἰησονίην δʼ ἐνέπουσινκεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω.καὶ τότε μὲν δαῖτʼ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων,μέλποντες Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἠὼληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν.ἔνθʼ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν,ὅστις ἀπολλήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρνήνεμος ἐστόρεσεν δίνας, κατὰ δʼ εὔνασε πόντον.οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸνῆα βίῃ· τὴν δʼ οὔ κε διὲξ ἁλὸς ἀίσσουσανοὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι.ἔμπης δʼ ἐγρομένοιο σάλου ζαχρηέσιν ζαχρηεσι αὔραις,αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται,