ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντοὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ ἌκαστοςΜόψος τʼ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο.ἡ δʼ ἄρʼ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαοπωτᾶτʼ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσαλῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψοςἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δʼ ὕπερθεννηίου ἀφλάστοιο μετήορος ἀίξασα.τὸν δʼ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν.κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τʼ ἔειπεν·Αἰσονίδη, χρειώ σε τόδʼ ἱερὸν εἰσανιόνταΔινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαιμητέρα συμπάντων μακάρων· λήξουσι δʼ ἄελλαιζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσαἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθενσεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται.ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼνπᾶσα πεπείρανται νιφόεν θʼ ἕδος Οὐλύμποιο·καί οἱ, ὅτʼ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ,Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὧς δὲ καὶ ὧλλοιἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι.ὤρνυτο δʼ ἐξ εὐνῆς κεχαρημένος· ὦρσε δʼ ἑταίρουςπάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισινἈμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν.αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντεςἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην.οἱ δʼ ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα πέτρηςἤρεσαν ἐς λιμένα Θρηίκιον· ἂν δὲ καὶ αὐτοὶβαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες.τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίηΘρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετʼ ἰδέσθαι·φαίνετο δʼ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναιΜυσίαι· ἐκ δʼ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιοἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ,πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτοδαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δʼ Ἄργοςεὐκόσμως, καὶ δή μιν ἐπʼ ὀκριόεντι κολωνῷ