ἠδὲ Μεγαβρόντην· Σφόδριν δʼ ἐνάριξεν Ἄκαστος·Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον.αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα.Ἴδας δʼ αὖ Προμέα, Κλυτίος δʼ Ὑάκινθον ἔπεφνεν,Τυνδαρίδαι δʼ ἄμφω Μεγαλοσσάκεα Φλογίον τε.Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἕλεν θρασὺν Ἰτυμονῆαἠδὲ καὶ Ἀρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάνταςἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν.οἱ δʼ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠύτε κίρκουςὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι.ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δʼ ἀυτῆςπλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο.ἠῶθεν δʼ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησανἀμπλακίην ἄμφω· στυγερὸν δʼ ἄχος εἷλεν ἰδόνταςἥρωας Μινύας Αἰνήιον υἷα πάροιθενΚύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα.ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίταςαὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτατρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντεςτύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τʼ ἀέθλων,ἣ θέμις, ἂμ πεδίον λειμώνιον, ἔνθʼ ἔτι νῦν περἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι.οὐδὲ μὲν οὐδʼ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτοοὗ πόσιος μετόπισθε· κακῷ δʼ ἐπὶ κύντερον ἄλλοἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶνύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο·καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε,πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσινΚλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης.αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶνἀνδράσι τʼ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶνἔτλη τις πάσσασθαι ἐδητύος, οὐδʼ ἐπὶ δηρὸνἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο·ἀλλʼ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες.ἔνθʼ ἔτι νῦν, εὖτʼ ἄν σφιν ἐτήσια χύτλα χέωνταιΚύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεὶπανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν.ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαιἤμαθʼ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθιναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δʼ ἐνὶ νυκτὶ