ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάνταςἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν.ὡς δʼ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπένταὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν,ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους·ὧς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντοἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρδύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δʼ ὕπερθενχέρσῳ τεινάμενοι· τοὶ δʼ ἔμπαλιν, αἰγιαλοῖοκράατα μὲν ψαμάθοισι, πόδας δʼ εἰς βένθος ἔρειδον,ἄμφω ἅμʼ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.ἥρωες δʼ, ὅτε δή σφιν ἀταρβὴς ἔπλετʼ ἄεθλος,δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῇς ἀνέμοιολυσάμενοι προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο.ἡ δʼ ἔθεεν λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσηςνυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαιἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρʼ ἐπέλασσαναὖτις ἐυξείνοισι Δολίοσιν ἐκ δʼ ἄρʼ ἔβησαναὐτονυχί· ἱερὴ δὲ φατίζεται ἥδʼ ἔτι πέτρη,ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο.οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησενἔμμεναι· οὐδʼ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόνταςἥρωας νημερτὲς ἐπήισαν· ἀλλά που ἀνδρῶνΜακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι.τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν.σὺν δʼ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισινὀξείῃ ἴκελοι ῥιπῇ πυρός, ἥ τʼ ἐνὶ θάμνοιςαὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμὸςδεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ.οὐδʼ ὅγε δηιοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλενοἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι.ἀλλά μιν Αἰσονίδης τετραμμένον ἰθὺς ἑοῖοπλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρὶὀστέον ἐρραίσθη· ὁ δʼ ἐνὶ ψαμάθοισιν ἐλυσθεὶςμοῖραν ἀνέπλησεν. τὴν γὰρ θέμις οὔποτʼ ἀλύξαιθνητοῖσιν· πάντῃ δὲ περὶ μέγα πέπταται ἕρκος.ὧς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτηςεἶναι ἀριστήων αὐτῇ ὑπὸ νυκτὶ πέδησενμαρνάμενον κείνοισι· πολεῖς δʼ ἐπαρηγόνες ἄλλοιἔκταθεν· Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα