ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶνμνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτραςΚυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαοχρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσωμοῖρα μένει στυγερή, τοῦδʼ ἀνέρος, ὅντινʼ ἴδοιτοδημόθεν οἰοπέδιλον, ὑπʼ ἐννεσίῃσι δαμῆναι.δηρὸν δʼ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσωνχειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρουἄλλο μὲν ἐξεσάωσεν ὑπʼ ἰλύος, ἄλλο δʼ ἔνερθενκάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν.ἵκετο δʼ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσωνεἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοιςῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.αἶψα δὲ τόνγʼ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλονἔντυε ναυτιλίης πολυκηδέος, ὄφρʼ ἐνὶ πόντῳἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ.νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶἌργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν.νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμηνἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξανπλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς.πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴΚαλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσαΟἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαιαὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτραςθέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα.φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς,ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαιἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸθελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλωνΑἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσαςδέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα.ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτηςγείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο,Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων,ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺςἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες.Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν