δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσααὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.