χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴΤρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺςπορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσικὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκεκαὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδεινΦαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησενἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσηςφόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμενπάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισινοἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλωνπύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιοκῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοιΦαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τεἈμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τεπάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.