οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκενἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισονδουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺςἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶνβάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆαἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευονἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃδουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοιἈργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶνἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιοβήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντανικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.