ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτεεὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλενποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγειἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷθερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆραςἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσαστῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃμνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμηναἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸνμέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶτιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας