σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸνΔημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴντέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντοσκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.κούρω δὲ κρινθέντε δύω καὶ πεντήκονταβήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειταβάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶνἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλονμέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαναὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαικῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνωνχαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος ἈπόλλωνΠυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν