Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπηἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντοςἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλονκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακταιδεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαιδοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτοτούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιομητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάνταδῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντασπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπενἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸνἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·