αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺςτέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοιΦαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσενμουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόενταἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶςῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοιἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆεςἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνακαὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶνξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσικαὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·