οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιοἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνοςἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδηοἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶτεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτηαἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γεἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητιεἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτωςκαὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφωεὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.