ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳεἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισιδαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖνΖεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τεεἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισινοἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλωνναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειανοἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξοἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέστανδήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειανΔημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροιπρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺςμαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδεινἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισιλάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴνἩφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθενἭλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺςἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,