καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλονἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλωνδήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροιἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳδήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οἰχαλιῆι,οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆραςἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλωνἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃΦαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθηνκύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆαἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰςνείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·