ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίωνκερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσινἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸντερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύειαἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλωςοὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισινεἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίωἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτληνἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκονμείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃΦαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντωνῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνηἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμαἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,χαίρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.