τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντεςκαρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλονοἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεναὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβηςδεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσηςἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδηνηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζωνἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκωἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,