ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος ἈλκινόοιοΦαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισιπλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνηεἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμαπόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραιἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντεςυἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνηθεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοιςκαί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτοδεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλουςπολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖανπρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντακρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖταἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι