δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ ὈδυσσεὺςἈλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνηςδῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσιδῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοιλεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντοπίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶνἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκεςαἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσινἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶννῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκεςἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνηἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράωντετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποισυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπειχείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶΖεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,