εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺνθεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσαςαὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύειςπεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆαςδαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷτάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνωνἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήωντῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθωνγείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδαΝαυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλωννυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόνταἈρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστινἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιοκαὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντεςδειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνηπόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,