εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντολαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυνἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσανἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισταινῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπανταἈλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουρανἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισινδέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰπορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπηταςχλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺςτρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.