ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖοἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλαἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορεὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸςπαιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσανταἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνονκαὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·ξεῖνʼ, ἦ τοι μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησεπαῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶνἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρμαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαιαὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξειΦαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳλέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαιπατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,