αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖςἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γεἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺνἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλοἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃκαὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντωνληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρηςκαί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼνκτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευονπεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴςἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσακαλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·