οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλουεἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσονοἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳσπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτηνὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμονπᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳσπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντεςὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντεςξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσινῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆςμνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίηςπομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηταιχαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειταπείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαιγιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.