αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳτέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσινἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχονπαντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντασκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησιπρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδονταςσπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺςπολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσαςτούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖενζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστοςκτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαιθᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσινπὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦενκαὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,