ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶςἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνηςἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦργρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσινΦαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνηπολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσαςκερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιοἈλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνωτηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδαἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσιλαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνηκαρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησανἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη