ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις ἈθήνηΟὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳδεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρηπέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρεΝαυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶνἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζεἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆαςἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνηνὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαιἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόνταβουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντεςἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναιπατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνηνὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείηνὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴνπαντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευενἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.