δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντοἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσαςῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥαπατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινενἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.