οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρενἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμονΦαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχισταπομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθουαἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖςἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαιδώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτονήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκταιδώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιοἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαιμητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖραςβάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαιχαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.