Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴηἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺςἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψωπατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημιπάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξανκαρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργοςὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαιεἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσωμωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τεξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸςἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν