οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηταιδηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντεςξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσενΝαυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸςἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳχρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰργυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺςἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖαμείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητοςοὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνητέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,