οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷφοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷδήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶςγούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαινήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίωπαύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσαςἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδαἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειανἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητονἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;