ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνακαὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃφύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσεδαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσινἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρμήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλεμίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνηθάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισιλίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸςαἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,