οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθαςαἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζανἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοινημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσινἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιοοὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντοεἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησανοἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαιἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.