ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺςδύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσινεὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαιὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνηὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχισταδυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.