ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιοἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσινἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦνσόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσενἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψεχεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδοςκεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼδέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶςσχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρσηἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕληνθάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείηῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρενἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ