ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴνἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιοἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδεἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφηναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴκέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδειδαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναιεἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖοἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνουθήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼνθηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντηνἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονταιἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.