καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιοδεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαιΖεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμαβέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσιστήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃκῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρωἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλαπόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμωνἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτιςπλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιοπρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶνῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροιἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.