ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃκαρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺςἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείηδιογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷπλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνηἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖανὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃπατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,