εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμηνπικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθαςἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθωνὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαικάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστουγαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαιἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντονπολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντααἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτεἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσινγαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·