εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθωντηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱπόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλωςἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσαἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντονχερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλαςπαντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψεγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴςκαὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺνΖεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαιπαντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντοΤροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖνἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦραΤρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρηςδεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξενδεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθηαἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·