αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρφορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσικύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιοτὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖακωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντωςἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτενΠληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα ΒοώτηνἌρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόενταγαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·