αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαναὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσακήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοιςἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαισὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικενθνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸςπάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπειαεἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάνταοἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησακύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖοτερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖκαλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷστειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖονήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.