φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷεὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆςὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸνἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαιὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαιμή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεκαὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστοςὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περαὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇθυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάωνκαρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστηἙρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.